Znaleziono 35140 Wyniki dla: Ὁ
δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν (Lamentações 3, 30)
ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος (Lamentações 3, 31)
ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ (Lamentações 3, 32)
ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός (Lamentações 3, 33)
τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς (Lamentações 3, 34)
τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου (Lamentações 3, 35)
καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν (Lamentações 3, 36)
τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο (Lamentações 3, 37)
ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν (Lamentações 3, 38)
τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ (Lamentações 3, 39)
ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου (Lamentações 3, 40)
ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ (Lamentações 3, 41)