Znaleziono 35140 Wyniki dla: Ὁ
αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι οὕτως τοῖς ἀνόμοις προσκόμματα (Eclesiástico 39, 24)
ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς οὕτως τοῖς ἁμαρτωλοῖς κακά (Eclesiástico 39, 25)
ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον (Eclesiástico 39, 26)
ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά (Eclesiástico 39, 27)
ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν (Eclesiástico 39, 28)
πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται (Eclesiástico 39, 29)
θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς (Eclesiástico 39, 30)
ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον (Eclesiástico 39, 31)
διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα (Eclesiástico 39, 32)
τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει (Eclesiástico 39, 33)
καὶ οὐκ ἔστιν εἰπεῖν τοῦτο τούτου πονηρότερον πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται (Eclesiástico 39, 34)
καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου (Eclesiástico 39, 35)