Znaleziono 35140 Wyniki dla: Ὁ
μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς (Eclesiástico 25, 21)
ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς (Eclesiástico 25, 22)
καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς (Eclesiástico 25, 23)
ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι’ αὐτὴν ἀποθνῄσκομεν πάντες (Eclesiástico 25, 24)
μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν (Eclesiástico 25, 25)
εἰ μὴ πορεύεται κατὰ χεῖράς σου ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν (Eclesiástico 25, 26)
γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος (Eclesiástico 26, 1)
γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ (Eclesiástico 26, 2)
γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται (Eclesiástico 26, 3)
πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν (Eclesiástico 26, 4)
ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά (Eclesiástico 26, 5)
ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα (Eclesiástico 26, 6)