Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • ἔστιν σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν (Eclesiástico 20, 6)

  • ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν (Eclesiástico 20, 7)

  • ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται (Eclesiástico 20, 8)

  • ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν (Eclesiástico 20, 9)

  • ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν (Eclesiástico 20, 10)

  • ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν (Eclesiástico 20, 11)

  • ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον (Eclesiástico 20, 12)

  • ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται (Eclesiástico 20, 13)

  • δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς πολλοί (Eclesiástico 20, 14)

  • ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος (Eclesiástico 20, 15)

  • μωρὸς ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου (Eclesiástico 20, 16)

  • οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ (Eclesiástico 20, 17)


"Como é belo esperar!" São Padre Pio de Pietrelcina