Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον (Eclesiástico 2, 4)

  • ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως (Eclesiástico 2, 5)

  • πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν (Eclesiástico 2, 6)

  • οἱ φοβούμενοι τὸν κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε ἵνα μὴ πέσητε (Eclesiástico 2, 7)

  • οἱ φοβούμενοι κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν (Eclesiástico 2, 8)

  • οἱ φοβούμενοι κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος (Eclesiástico 2, 9)

  • ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη ἢ τίς ἐπεκαλέσατο αὐτόν καὶ ὑπερεῖδεν αὐτόν (Eclesiástico 2, 10)

  • διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως (Eclesiástico 2, 11)

  • οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους (Eclesiástico 2, 12)

  • οὐαὶ καρδίᾳ παρειμένῃ ὅτι οὐ πιστεύει διὰ τοῦτο οὐ σκεπασθήσεται (Eclesiástico 2, 13)

  • οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος (Eclesiástico 2, 14)

  • οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ (Eclesiástico 2, 15)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina