Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου (Salmos 118, 48)

  • ζʹ ζαι μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου ᾧ ἐπήλπισάς με (Salmos 118, 49)

  • αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με (Salmos 118, 50)

  • ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα (Salmos 118, 51)

  • ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος κύριε καὶ παρεκλήθην (Salmos 118, 52)

  • ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου (Salmos 118, 53)

  • ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου (Salmos 118, 54)

  • ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου (Salmos 118, 55)

  • αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα (Salmos 118, 56)

  • ηʹ ηθ μερίς μου κύριε εἶπα φυλάξασθαι τὸν νόμον σου (Salmos 118, 57)

  • ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου (Salmos 118, 58)

  • διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου (Salmos 118, 59)


"O amor e o temor devem sempre andar juntos. O temor sem amor torna-se covardia; o amor sem temor torna-se presunção." São Padre Pio de Pietrelcina