Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε (Salmos 6, 4)

  • ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου (Salmos 6, 5)

  • ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι (Salmos 6, 6)

  • ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω (Salmos 6, 7)

  • ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου (Salmos 6, 8)

  • ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου (Salmos 6, 9)

  • εἰσήκουσεν κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο (Salmos 6, 10)

  • αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους (Salmos 6, 11)

  • Gr./Heb. Psalm 7 ψαλμὸς τῷ Δαυιδ ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι (Salmos 7, 1)

  • κύριε ὁ θεός μου ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με (Salmos 7, 2)

  • μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος (Salmos 7, 3)

  • κύριε ὁ θεός μου εἰ ἐποίησα τοῦτο εἰ ἔστιν ἀδικία ἐν χερσίν μου (Salmos 7, 4)


"Rezai e continuai a rezar para não ficardes entorpecidos". São Padre Pio de Pietrelcina