Mosaico decorativo

Znaleziono 351 Wyniki dla: Ἦσαν

  • καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ τοῦ βασιλέως καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς (Esdras 1, 15)

  • αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων (Esdras 1, 49)

  • καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου (Esdras 1, 54)

  • καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην (Esdras 2, 22)

  • οἱ δὲ πάντες ἦσαν Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε (Esdras 5, 41)

  • καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν (Esdras 5, 49)

  • καὶ μετ’ αὐτοῦ Ελεαζαρ ὁ τοῦ Φινεες καὶ ἦσαν μετ’ αὐτῶν Ιωσαβδος Ἰησοῦ καὶ Μωεθ Σαβαννου οἱ Λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ (Esdras 8, 62)

  • καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων (Neemias 13, 26)

  • μνήσθητι ὁ θεός τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με (Neemias 16, 14)

  • ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα (Neemias 16, 18)

  • καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με (Neemias 16, 19)

  • καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι (Neemias 17, 4)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina