Mosaico decorativo

Znaleziono 31964 Wyniki dla: Ἢ

  • οὗτος ὁ νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ’ ἀνδρὸς οὖσα καὶ μιανθῇ (Números 5, 29)

  • ἢ ἄνθρωπος ᾧ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον (Números 5, 30)

  • καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς (Números 5, 31)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 6, 1)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνὴρ ἢ γυνή ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ (Números 6, 2)

  • ἀπὸ οἴνου καὶ σικερα ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται (Números 6, 3)

  • πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται (Números 6, 4)

  • πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίῳ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς (Números 6, 5)

  • πάσας τὰς ἡμέρας τῆς εὐχῆς κυρίῳ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται (Números 6, 6)

  • ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ’ ἀδελφῷ καὶ ἐπ’ ἀδελφῇ οὐ μιανθήσεται ἐπ’ αὐτοῖς ἀποθανόντων αὐτῶν ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ (Números 6, 7)

  • πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται κυρίῳ (Números 6, 8)

  • ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ’ αὐτῷ παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται (Números 6, 9)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina