Znaleziono 31964 Wyniki dla: Ἢ
πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον καὶ ἐκτρίψω αὐτούς (Êxodo 23, 23)
οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν (Êxodo 23, 24)
οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω (Êxodo 23, 26)
καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας (Êxodo 23, 27)
καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλεῖ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ (Êxodo 23, 28)
οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς (Êxodo 23, 29)
κατὰ μικρὸν μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν (Êxodo 23, 30)
καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ (Êxodo 23, 31)
οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην (Êxodo 23, 32)
καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν οὗτοι ἔσονταί σοι πρόσκομμα (Êxodo 23, 33)
καὶ Μωυσῇ εἶπεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ισραηλ καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ (Êxodo 24, 1)
καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν (Êxodo 24, 2)