Znaleziono 31964 Wyniki dla: Ἢ
καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως (Êxodo 10, 14)
καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη ἡ γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου (Êxodo 10, 15)
κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς (Êxodo 10, 16)
προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον (Êxodo 10, 17)
ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν (Êxodo 10, 18)
καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου (Êxodo 10, 19)
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ (Êxodo 10, 20)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου ψηλαφητὸν σκότος (Êxodo 10, 21)
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας (Êxodo 10, 22)
καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο (Êxodo 10, 23)
καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν (Êxodo 10, 24)
καὶ εἶπεν Μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν (Êxodo 10, 25)