Znaleziono 31964 Wyniki dla: Ἡ
ὁ οὗν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; (Romanos 2, 21)
ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; (Romanos 2, 22)
ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; (Romanos 2, 23)
τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται. (Romanos 2, 24)
περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. (Romanos 2, 25)
ἐὰν οὗν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; (Romanos 2, 26)
καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. (Romanos 2, 27)
οὐ γὰρ ὁ ἐν τῶ φανερῶ ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῶ φανερῶ ἐν σαρκὶ περιτομή· (Romanos 2, 28)
ἀλλ᾽ ὁ ἐν τῶ κρυπτῶ ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὖ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ θεοῦ. (Romanos 2, 29)
τί οὗν τὸ περισσὸν τοῦ ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; (Romanos 3, 1)
πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν [γὰρ] ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. (Romanos 3, 2)
τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; (Romanos 3, 3)