Znaleziono 31964 Wyniki dla: Ἡ
ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ. (Atos dos Apóstolos 15, 26)
ἔδοξεν γὰρ τῶ πνεύματι τῶ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, (Atos dos Apóstolos 15, 28)
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὗ πράξετε. ἔρρωσθε. (Atos dos Apóstolos 15, 29)
οἱ μὲν οὗν ἀπολυθέντες κατῆλθον εἰς ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· (Atos dos Apóstolos 15, 30)
ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. (Atos dos Apóstolos 15, 31)
ἰούδας τε καὶ σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· (Atos dos Apóstolos 15, 32)
ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. (Atos dos Apóstolos 15, 33)
μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς βαρναβᾶν παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. (Atos dos Apóstolos 15, 36)
βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν ἰωάννην τὸν καλούμενον μᾶρκον· (Atos dos Apóstolos 15, 37)
παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον. (Atos dos Apóstolos 15, 38)
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε βαρναβᾶν παραλαβόντα τὸν μᾶρκον ἐκπλεῦσαι εἰς κύπρον. (Atos dos Apóstolos 15, 39)
παῦλος δὲ ἐπιλεξάμενος σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν, (Atos dos Apóstolos 15, 40)