Mosaico decorativo

Znaleziono 31964 Wyniki dla: Ἡ

  • καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν (Atos dos Apóstolos 13, 19)

  • ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως σαμουὴλ [τοῦ] προφήτου. (Atos dos Apóstolos 13, 20)

  • κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς, ἄνδρα ἐκ φυλῆς βενιαμίν, ἔτη τεσσεράκοντα. (Atos dos Apóstolos 13, 21)

  • καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὖρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. (Atos dos Apóstolos 13, 22)

  • τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῶ ἰσραὴλ σωτῆρα ἰησοῦν, (Atos dos Apóstolos 13, 23)

  • προκηρύξαντος ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῶ λαῶ ἰσραήλ. (Atos dos Apóstolos 13, 24)

  • ὡς δὲ ἐπλήρου ἰωάννης τὸν δρόμον, ἔλεγεν, τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὖ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. (Atos dos Apóstolos 13, 25)

  • ἄνδρες ἀδελφοί, υἱοὶ γένους ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. (Atos dos Apóstolos 13, 26)

  • οἱ γὰρ κατοικοῦντες ἐν ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, (Atos dos Apóstolos 13, 27)

  • καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο πιλᾶτον ἀναιρεθῆναι αὐτόν· (Atos dos Apóstolos 13, 28)

  • ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. (Atos dos Apóstolos 13, 29)

  • ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· (Atos dos Apóstolos 13, 30)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina