Znaleziono 2839 Wyniki dla: Ἕως
καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων (I Macabeus 2, 38)
καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν (I Macabeus 3, 7)
καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους (I Macabeus 3, 9)
καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον (I Macabeus 3, 13)
καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός (I Macabeus 3, 16)
ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν ἀλλ’ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς (I Macabeus 3, 19)
αὐτοὶ ἔρχονται ἐφ’ ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς (I Macabeus 3, 20)
καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου καὶ ἔπεσον ἀπ’ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ (I Macabeus 3, 24)
καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη (I Macabeus 3, 26)
καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου (I Macabeus 3, 32)
καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν (I Macabeus 3, 33)
καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας (I Macabeus 3, 37)