Mosaico decorativo

Znaleziono 24028 Wyniki dla: Ἐν

  • καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ισραηλ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τῷ Ισραηλ καὶ τοῦ ἰδεῖν τὴν Ιουδιθ καὶ λαλῆσαι μετ’ αὐτῆς εἰρήνην (Judite 15, 8)

  • ἐποίησας ταῦτα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ καὶ εὐδόκησεν ἐπ’ αὐτοῖς ὁ θεός εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον καὶ εἶπεν πᾶς ὁ λαός γένοιτο (Judite 15, 10)

  • καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ’ ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ’ αὐτῶν (Judite 15, 11)

  • καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ’ αὐτῆς (Judite 15, 12)

  • καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὐτὴ καὶ αἱ μετ’ αὐτῆς καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν καὶ ἠκολούθει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν (Judite 15, 13)

  • καὶ ἐξῆρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην (Judite 15, 14)

  • καὶ εἶπεν Ιουδιθ ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ (Judite 16, 1)

  • ὅτι θεὸς συντρίβων πολέμους κύριος ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με (Judite 16, 2)

  • ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς (Judite 16, 3)

  • εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι (Judite 16, 4)

  • κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας (Judite 16, 5)

  • οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν (Judite 16, 6)


"Procuremos servir ao Senhor com todo o coração e com toda a vontade." São Padre Pio de Pietrelcina