Znaleziono 24028 Wyniki dla: Ἐν
συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος (Esdras 8, 67)
καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας (Esdras 8, 69)
κύριε ᾔσχυμμαι ἐντέτραμμαι κατὰ πρόσωπόν σου (Esdras 8, 71)
ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης (Esdras 8, 73)
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας (Esdras 8, 74)
καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ κύριε καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου (Esdras 8, 75)
καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν (Esdras 8, 76)
καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν (Esdras 8, 77)
δοῦναι ἡμῖν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ (Esdras 8, 78)
καὶ νῦν τί ἐροῦμεν κύριε ἔχοντες ταῦτα παρέβημεν γὰρ τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι (Esdras 8, 79)
ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν (Esdras 8, 80)
σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς (Esdras 8, 84)