Znaleziono 24028 Wyniki dla: Ἐν
εἶπας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα νῦν κάθησο ἐν οἴκῳ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ (II Crônicas 25, 19)
καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων (II Crônicas 25, 20)
καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν τοῦ Ιουδα (II Crônicas 25, 21)
καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα (II Crônicas 25, 22)
καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις (II Crônicas 25, 23)
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν (II Crônicas 25, 24)
καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε (II Crônicas 25, 25)
καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ (II Crônicas 25, 27)
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ (II Crônicas 25, 28)
καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Οζιαν καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμασιου (II Crônicas 26, 1)
αὐτὸς ᾠκοδόμησεν τὴν Αιλαθ αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ (II Crônicas 26, 2)
υἱὸς δέκα ἓξ ἐτῶν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἀπὸ Ιερουσαλημ (II Crônicas 26, 3)