Mosaico decorativo

Znaleziono 24028 Wyniki dla: Ἐν

  • καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες (I Crônicas 12, 37)

  • καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες (I Crônicas 12, 38)

  • πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ (I Crônicas 12, 39)

  • καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ (I Crônicas 12, 41)

  • καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ εἰ ἐφ’ ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ καὶ μετ’ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν καὶ συναχθήσονται πρὸς ἡμᾶς (I Crônicas 13, 2)

  • καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ’ ἡμερῶν Σαουλ (I Crônicas 13, 3)

  • καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ (I Crônicas 13, 4)

  • καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ (I Crônicas 13, 5)

  • καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ ἣ ἦν τοῦ Ιουδα τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ (I Crônicas 13, 6)

  • καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν (I Crônicas 13, 8)

  • καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος (I Crônicas 13, 9)

  • καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ (I Crônicas 13, 10)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina