Znaleziono 24028 Wyniki dla: Ἐν
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου (I Samuel 15, 3)
καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων (I Samuel 15, 4)
καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ (I Samuel 15, 5)
καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ’ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ (I Samuel 15, 6)
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου (I Samuel 15, 7)
καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας (I Samuel 15, 8)
καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν (I Samuel 15, 9)
καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων (I Samuel 15, 10)
παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα (I Samuel 15, 11)
καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαληκ (I Samuel 15, 12)
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος (I Samuel 15, 13)
καὶ εἶπεν Σαμουηλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω (I Samuel 15, 14)