Mosaico decorativo

Znaleziono 24028 Wyniki dla: Ἐν

  • οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· (Hebreus 12, 20)

  • καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, μωϊσῆς εἶπεν, ἔκφοβός εἰμι καὶ ἔντρομος. (Hebreus 12, 21)

  • καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῶ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, (Hebreus 12, 23)

  • βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι· (Hebreus 12, 25)

  • οὖ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. (Hebreus 12, 26)

  • τὸ δέ, ἔτι ἅπαξ δηλοῖ [τὴν] τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. (Hebreus 12, 27)

  • διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῶ θεῶ μετὰ εὐλαβείας καὶ δέους· (Hebreus 12, 28)

  • ἡ φιλαδελφία μενέτω. (Hebreus 13, 1)

  • τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. (Hebreus 13, 2)

  • μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. (Hebreus 13, 3)

  • τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. (Hebreus 13, 4)

  • ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω· (Hebreus 13, 5)


"De que vale perder-se em vãos temores?". São Padre Pio de Pietrelcina