Mosaico decorativo

Znaleziono 24028 Wyniki dla: Ἐν

  • πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός. (São Mateus 27, 43)

  • τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῶ ὠνείδιζον αὐτόν. (São Mateus 27, 44)

  • ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. (São Mateus 27, 45)

  • περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ηλι ηλι λεμα σαβαχθανι; τοῦτ᾽ ἔστιν, θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; (São Mateus 27, 46)

  • καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. (São Mateus 27, 48)

  • οἱ δὲ λοιποὶ ἔλεγον, ἄφες ἴδωμεν εἰ ἔρχεται ἠλίας σώσων αὐτόν. (São Mateus 27, 49)

  • ὁ δὲ ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. (São Mateus 27, 50)

  • καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, (São Mateus 27, 51)

  • καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, (São Mateus 27, 52)

  • καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. (São Mateus 27, 53)

  • ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες, ἀληθῶς θεοῦ υἱὸς ἦν οὖτος. (São Mateus 27, 54)

  • ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῶ ἰησοῦ ἀπὸ τῆς γαλιλαίας διακονοῦσαι αὐτῶ· (São Mateus 27, 55)


"Seria mais fácil a Terra existir sem o sol do que sem a santa Missa!" São Padre Pio de Pietrelcina