Znaleziono 24028 Wyniki dla: Ἐν
ὁ δὲ εἶπεν αὐτοῖς, διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. (São Mateus 13, 52)
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. (São Mateus 13, 53)
καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν, πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; (São Mateus 13, 54)
καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὗν τούτῳ ταῦτα πάντα; (São Mateus 13, 56)
καὶ ἐσκανδαλίζοντο ἐν αὐτῶ. ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. (São Mateus 13, 57)
καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. (São Mateus 13, 58)
ἐν ἐκείνῳ τῶ καιρῶ ἤκουσεν ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν ἰησοῦ, (São Mateus 14, 1)
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, οὖτός ἐστιν ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῶ. (São Mateus 14, 2)
ὁ γὰρ ἡρῴδης κρατήσας τὸν ἰωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· (São Mateus 14, 3)
ἔλεγεν γὰρ ὁ ἰωάννης αὐτῶ, οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. (São Mateus 14, 4)
γενεσίοις δὲ γενομένοις τοῦ ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ἡρῳδιάδος ἐν τῶ μέσῳ καὶ ἤρεσεν τῶ ἡρῴδῃ, (São Mateus 14, 6)
ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. (São Mateus 14, 7)