Mosaico decorativo

Znaleziono 10040 Wyniki dla: Ἐκ

  • ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν (Êxodo 22, 22)

  • ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί οὐκ ἔσῃ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτῷ τόκον (Êxodo 22, 24)

  • οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων ὥστε ἐκκλῖναι κρίσιν (Êxodo 23, 2)

  • ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων (Êxodo 23, 7)

  • καὶ δῶρα οὐ λήμψῃ τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια (Êxodo 23, 8)

  • πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς φυλάξασθε καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν (Êxodo 23, 13)

  • καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου (Êxodo 23, 16)

  • ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί (Êxodo 23, 18)

  • πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον καὶ ἐκτρίψω αὐτούς (Êxodo 23, 23)

  • καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας (Êxodo 23, 27)

  • καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλεῖ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ (Êxodo 23, 28)

  • οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς (Êxodo 23, 29)


"Seja modesto no olhar." São Padre Pio de Pietrelcina