Mosaico decorativo

Znaleziono 1692 Wyniki dla: ο Θεός και ο άνθρωπος

  • καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν καὶ οἰκοδομήσουσιν τὸν οἶκον οὐχ οἷος ὁ πρότερος ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται (Tobias 14, 5)

  • καὶ εἶπεν ὁ θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευθῆναι εἰς γῆν Χανααν καὶ κατῴκησαν ἐκεῖ καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σφόδρα (Judite 5, 9)

  • καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν (Judite 5, 13)

  • καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν ἦν μετ’ αὐτῶν τὰ ἀγαθά ὅτι θεὸς μισῶν ἀδικίαν μετ’ αὐτῶν ἐστιν (Judite 5, 17)

  • εἰ δ’ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν παρελθέτω δὴ ὁ κύριός μου μήποτε ὑπερασπίσῃ ὁ κύριος αὐτῶν καὶ ὁ θεὸς αὐτῶν ὑπὲρ αὐτῶν καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς (Judite 5, 21)

  • καὶ τίς εἶ σύ Αχιωρ καὶ οἱ μισθωτοὶ τοῦ Εφραιμ ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ισραηλ μὴ πολεμῆσαι ὅτι ὁ θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτῶν (Judite 6, 2)

  • κύριε ὁ θεὸς τοῦ οὐρανοῦ κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ (Judite 6, 19)

  • κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ (Judite 7, 24)

  • καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ (Judite 7, 25)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος (Judite 7, 30)

  • ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι (Judite 8, 16)

  • ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν (Judite 8, 23)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina