Znaleziono 3466 Wyniki dla: θεός του Ισραήλ
οὗτος ὁ θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν (Baruc 3, 36)
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ (Baruc 3, 37)
μακάριοί ἐσμεν Ισραηλ ὅτι τὰ ἀρεστὰ τῷ θεῷ ἡμῖν γνωστά ἐστιν (Baruc 4, 4)
θαρσεῖτε λαός μου μνημόσυνον Ισραηλ (Baruc 4, 5)
εἶδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ καὶ εἶπεν ἀκούσατε αἱ πάροικοι Σιων ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα (Baruc 4, 9)
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα (Baruc 4, 23)
ὁ γὰρ θεὸς δείξει τῇ ὑπ’ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα (Baruc 5, 3)
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας (Baruc 5, 6)
συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς ἵνα βαδίσῃ Ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ (Baruc 5, 7)
ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ θεοῦ (Baruc 5, 8)
ἡγήσεται γὰρ ὁ θεὸς Ισραηλ μετ’ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ’ αὐτοῦ (Baruc 5, 9)
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας (Ezequiel 2, 3)