Znaleziono 519 Wyniki dla: αδελφοί του Ιωσήφ
ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν (Josué 14, 4)
καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ’ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα (Josué 16, 1)
καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση (Josué 16, 4)
καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἦν ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι (Josué 17, 1)
ἀντεῖπαν δὲ οἱ υἱοὶ Ιωσηφ τῷ Ἰησοῦ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με (Josué 17, 14)
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ιωσηφ εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλῆρος εἷς (Josué 17, 17)
καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ (Josué 18, 5)
καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ (Josué 18, 11)
καὶ τὰ ὀστᾶ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ιακωβ παρὰ τῶν Αμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι (Josué 24, 32)
καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἦν μετ’ αὐτῶν (Juízes 1, 22)
καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον (Juízes 1, 35)
καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν (Juízes 9, 3)