Mosaico decorativo

Znaleziono 2546 Wyniki dla: άνθρωποι του Ισραήλ

  • θαρσεῖτε λαός μου μνημόσυνον Ισραηλ (Baruc 4, 5)

  • συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς ἵνα βαδίσῃ Ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ (Baruc 5, 7)

  • ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ θεοῦ (Baruc 5, 8)

  • ἡγήσεται γὰρ ὁ θεὸς Ισραηλ μετ’ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ’ αὐτοῦ (Baruc 5, 9)

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας (Ezequiel 2, 3)

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ισραηλ (Ezequiel 3, 1)

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς (Ezequiel 3, 4)

  • διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ισραηλ (Ezequiel 3, 5)

  • ὁ δὲ οἶκος τοῦ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακοῦσαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πᾶς ὁ οἶκος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι (Ezequiel 3, 7)

  • υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ (Ezequiel 3, 17)

  • καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ’ αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ (Ezequiel 4, 3)

  • καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ ἐπ’ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν ἃς κοιμηθήσῃ ἐπ’ αὐτοῦ καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν (Ezequiel 4, 4)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina