Znaleziono 17461 Wyniki dla: Τῷ
καὶ οὗτοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων (I Crônicas 4, 3)
καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες Αωδα καὶ Θοαδα (I Crônicas 4, 5)
καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὗτοι υἱοὶ Αωδας (I Crônicas 4, 6)
υἱοὶ Σηλωμ υἱοῦ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα (I Crônicas 4, 21)
καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατῴκησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν (I Crônicas 4, 22)
οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ (I Crônicas 4, 23)
καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα (I Crônicas 4, 27)
καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ (I Crônicas 4, 28)
καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ (I Crônicas 4, 31)
καὶ ἐπαύλεις αὐτῶν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε (I Crônicas 4, 32)
καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν (I Crônicas 4, 33)
οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος (I Crônicas 4, 38)