Mosaico decorativo

Znaleziono 9372 Wyniki dla: Τῶν

  • καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως (I Macabeus 2, 23)

  • καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου (I Macabeus 2, 27)

  • αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά (I Macabeus 2, 30)

  • καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων (I Macabeus 2, 32)

  • καὶ εἶπον οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων (I Macabeus 2, 34)

  • καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων (I Macabeus 2, 38)

  • καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς (I Macabeus 2, 40)

  • καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις (I Macabeus 2, 41)

  • καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα (I Macabeus 2, 43)

  • καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι (I Macabeus 2, 44)

  • καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν (I Macabeus 2, 47)

  • καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ (I Macabeus 2, 48)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina