Mosaico decorativo

Znaleziono 9372 Wyniki dla: Τῶν

  • καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε (Deuteronômio 28, 48)

  • καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον οἶνον ἔλαιον τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἕως ἂν ἀπολέσῃ σε (Deuteronômio 28, 51)

  • ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου (Deuteronômio 28, 55)

  • καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου (Deuteronômio 28, 57)

  • καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν καὶ κολληθήσονται ἐν σοί (Deuteronômio 28, 60)

  • καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου (Deuteronômio 28, 66)

  • τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήσῃ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ (Deuteronômio 28, 67)

  • καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν (Deuteronômio 29, 4)

  • καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει φυλῆς Μανασση (Deuteronômio 29, 7)

  • ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε (Deuteronômio 29, 15)

  • καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ’ αὐτοῖς (Deuteronômio 29, 16)

  • μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ (Deuteronômio 29, 17)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina