Znaleziono 8293 Wyniki dla: Τῆς
ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς (I Macabeus 4, 4)
καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου (I Macabeus 4, 13)
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους (I Macabeus 4, 15)
καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν (I Macabeus 4, 23)
καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν (I Macabeus 4, 29)
καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν (I Macabeus 4, 34)
ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν (I Macabeus 4, 35)
καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου τί αὐτῷ ποιήσωσιν (I Macabeus 4, 44)
καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας καὶ ἔφαινον ἐν τῷ ναῷ (I Macabeus 4, 50)
καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ’ εὐφροσύνης καὶ χαρᾶς (I Macabeus 4, 59)
καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιθσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας (I Macabeus 4, 61)
καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς (I Macabeus 5, 4)