Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. (Romanos 7, 17)

  • οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· (Romanos 7, 18)

  • οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλὰ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. (Romanos 7, 19)

  • εἰ δὲ ὃ οὐ θέλω [ἐγὼ] τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. (Romanos 7, 20)

  • εὑρίσκω ἄρα τὸν νόμον τῶ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· (Romanos 7, 21)

  • συνήδομαι γὰρ τῶ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, (Romanos 7, 22)

  • βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῶ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῶ νόμῳ τῆς ἁμαρτίας τῶ ὄντι ἐν τοῖς μέλεσίν μου. (Romanos 7, 23)

  • ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; (Romanos 7, 24)

  • χάρις δὲ τῶ θεῶ διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν. ἄρα οὗν αὐτὸς ἐγὼ τῶ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. (Romanos 7, 25)

  • οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν χριστῶ ἰησοῦ· (Romanos 8, 1)

  • ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν χριστῶ ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. (Romanos 8, 2)

  • τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, (Romanos 8, 3)


"No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito." São Padre Pio de Pietrelcina