Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • ἐγνώσθη δὲ τῶ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· (Atos dos Apóstolos 9, 24)

  • λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι. (Atos dos Apóstolos 9, 25)

  • παραγενόμενος δὲ εἰς ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. (Atos dos Apóstolos 9, 26)

  • βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῶ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῶ, καὶ πῶς ἐν δαμασκῶ ἐπαρρησιάσατο ἐν τῶ ὀνόματι τοῦ ἰησοῦ. (Atos dos Apóstolos 9, 27)

  • καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῶ ὀνόματι τοῦ κυρίου, (Atos dos Apóstolos 9, 28)

  • ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. (Atos dos Apóstolos 9, 29)

  • ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν. (Atos dos Apóstolos 9, 30)

  • ἡ μὲν οὗν ἐκκλησία καθ᾽ ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῶ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. (Atos dos Apóstolos 9, 31)

  • ἐγένετο δὲ πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας λύδδα. (Atos dos Apóstolos 9, 32)

  • εὖρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. (Atos dos Apóstolos 9, 33)

  • καὶ εἶπεν αὐτῶ ὁ πέτρος, αἰνέα, ἰᾶταί σε ἰησοῦς χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῶ. καὶ εὐθέως ἀνέστη. (Atos dos Apóstolos 9, 34)

  • καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδα καὶ τὸν σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. (Atos dos Apóstolos 9, 35)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina