Znaleziono 27654 Wyniki dla: Τὸ
τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. (Atos dos Apóstolos 8, 17)
ἰδὼν δὲ ὁ σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα (Atos dos Apóstolos 8, 18)
πέτρος δὲ εἶπεν πρὸς αὐτόν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. (Atos dos Apóstolos 8, 20)
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ. (Atos dos Apóstolos 8, 21)
μετανόησον οὗν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· (Atos dos Apóstolos 8, 22)
ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε. (Atos dos Apóstolos 8, 24)
οἱ μὲν οὗν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς ἱεροσόλυμα, πολλάς τε κώμας τῶν σαμαριτῶν εὐηγγελίζοντο. (Atos dos Apóstolos 8, 25)
ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην ἠσαΐαν. (Atos dos Apóstolos 8, 28)
εἶπεν δὲ τὸ πνεῦμα τῶ φιλίππῳ, πρόσελθε καὶ κολλήθητι τῶ ἅρματι τούτῳ. (Atos dos Apóstolos 8, 29)
προσδραμὼν δὲ ὁ φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; (Atos dos Apóstolos 8, 30)
ὁ δὲ εἶπεν, πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῶ. (Atos dos Apóstolos 8, 31)
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. (Atos dos Apóstolos 8, 32)