Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • καὶ ἐν τῶ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῶ φαραὼ τὸ γένος [τοῦ] ἰωσήφ. (Atos dos Apóstolos 7, 13)

  • ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, (Atos dos Apóstolos 7, 14)

  • καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, (Atos dos Apóstolos 7, 15)

  • καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῶ μνήματι ᾧ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὼρ ἐν συχέμ. (Atos dos Apóstolos 7, 16)

  • ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ. (Atos dos Apóstolos 7, 18)

  • οὖτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. (Atos dos Apóstolos 7, 19)

  • ἐν ᾧ καιρῶ ἐγεννήθη μωϊσῆς, καὶ ἦν ἀστεῖος τῶ θεῶ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῶ οἴκῳ τοῦ πατρός· (Atos dos Apóstolos 7, 20)

  • ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. (Atos dos Apóstolos 7, 21)

  • καὶ ἐπαιδεύθη μωϊσῆς [ἐν] πάσῃ σοφίᾳ αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. (Atos dos Apóstolos 7, 22)

  • ὡς δὲ ἐπληροῦτο αὐτῶ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ἰσραήλ. (Atos dos Apóstolos 7, 23)

  • καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῶ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον. (Atos dos Apóstolos 7, 24)

  • ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς [αὐτοῦ] ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. (Atos dos Apóstolos 7, 25)


"Recorramos a Jesus e não às pessoas, pois só Ele nunca nos faltará." São Padre Pio de Pietrelcina