Znaleziono 27654 Wyniki dla: Τὸ
τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὖτοι οἴδασιν ἃ εἶπον ἐγώ. (São João 18, 21)
ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῶ ἰησοῦ εἰπών, οὕτως ἀποκρίνῃ τῶ ἀρχιερεῖ; (São João 18, 22)
ἀπεκρίθη αὐτῶ ἰησοῦς, εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; (São João 18, 23)
ἀπέστειλεν οὗν αὐτὸν ὁ ἅννας δεδεμένον πρὸς καϊάφαν τὸν ἀρχιερέα. (São João 18, 24)
ἦν δὲ σίμων πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὗν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, οὐκ εἰμί. (São João 18, 25)
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὖ ἀπέκοψεν πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῶ κήπῳ μετ᾽ αὐτοῦ; (São João 18, 26)
πάλιν οὗν ἠρνήσατο πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. (São João 18, 27)
ἄγουσιν οὗν τὸν ἰησοῦν ἀπὸ τοῦ καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. (São João 18, 28)
ἐξῆλθεν οὗν ὁ πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου; (São João 18, 29)
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, εἰ μὴ ἦν οὖτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. (São João 18, 30)
εἶπεν οὗν αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῶ οἱ ἰουδαῖοι, ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· (São João 18, 31)
ἵνα ὁ λόγος τοῦ ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. (São João 18, 32)