Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. (São Lucas 23, 10)

  • ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῶ πιλάτῳ. (São Lucas 23, 11)

  • ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. (São Lucas 23, 12)

  • πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν (São Lucas 23, 13)

  • εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὖρον ἐν τῶ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ, (São Lucas 23, 14)

  • ἀλλ᾽ οὐδὲ ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῶ. (São Lucas 23, 15)

  • παιδεύσας οὗν αὐτὸν ἀπολύσω. (São Lucas 23, 16)

  • ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν· (São Lucas 23, 18)

  • πάλιν δὲ ὁ πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ἰησοῦν· (São Lucas 23, 20)

  • οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. (São Lucas 23, 21)

  • ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. (São Lucas 23, 22)

  • οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. (São Lucas 23, 23)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina