Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. (São Lucas 9, 40)

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. (São Lucas 9, 41)

  • ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ ἰησοῦς τῶ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῶ πατρὶ αὐτοῦ. (São Lucas 9, 42)

  • ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, (São Lucas 9, 43)

  • θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. (São Lucas 9, 44)

  • οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. (São Lucas 9, 45)

  • εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. (São Lucas 9, 46)

  • ὁ δὲ ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῶ, (São Lucas 9, 47)

  • καὶ εἶπεν αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῶ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὖτός ἐστιν μέγας. (São Lucas 9, 48)

  • ἀποκριθεὶς δὲ ἰωάννης εἶπεν, ἐπιστάτα, εἴδομέν τινα ἐν τῶ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. (São Lucas 9, 49)

  • εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς, μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν. (São Lucas 9, 50)

  • ἐγένετο δὲ ἐν τῶ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς ἰερουσαλήμ, (São Lucas 9, 51)


"Uma só coisa é necessária: estar perto de Jesus". São Padre Pio de Pietrelcina