Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ᾽ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. (São Marcos 2, 21)

  • καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς _ εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί _ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς. (São Marcos 2, 22)

  • καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. (São Marcos 2, 23)

  • καὶ οἱ φαρισαῖοι ἔλεγον αὐτῶ, ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; (São Marcos 2, 24)

  • καὶ λέγει αὐτοῖς, οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; (São Marcos 2, 25)

  • πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῶ οὗσιν; (São Marcos 2, 26)

  • καὶ ἔλεγεν αὐτοῖς, τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· (São Marcos 2, 27)

  • ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. (São Marcos 2, 28)

  • καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. (São Marcos 3, 2)

  • καὶ λέγει τῶ ἀνθρώπῳ τῶ τὴν ξηρὰν χεῖρα ἔχοντι, ἔγειρε εἰς τὸ μέσον. (São Marcos 3, 3)

  • καὶ λέγει αὐτοῖς, ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. (São Marcos 3, 4)

  • καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῶ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. (São Marcos 3, 5)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina