Mosaico decorativo

Znaleziono 27654 Wyniki dla: Τὸ

  • παιδείαν στόματος ἀκούσατε τέκνα καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ (Eclesiástico 23, 7)

  • ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς (Eclesiástico 23, 8)

  • ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς (Eclesiástico 23, 9)

  • ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ (Eclesiástico 23, 10)

  • ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ ἐὰν πλημμελήσῃ ἁμαρτία αὐτοῦ ἐπ’ αὐτῷ κἂν ὑπερίδῃ ἥμαρτεν δισσῶς καὶ εἰ διὰ κενῆς ὤμοσεν οὐ δικαιωθήσεται πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ (Eclesiástico 23, 11)

  • ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας (Eclesiástico 23, 13)

  • μνήσθητι πατρὸς καὶ μητρός σου ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν καὶ τῷ ἐθισμῷ σου μωρανθῇς καὶ θελήσεις εἰ μὴ ἐγεννήθης καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ (Eclesiástico 23, 14)

  • ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ (Eclesiástico 23, 15)

  • δύο εἴδη πληθύνουσιν ἁμαρτίας καὶ τὸ τρίτον ἐπάξει ὀργήν (Eclesiástico 23, 16)

  • ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ (Eclesiástico 23, 17)

  • ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ τίς με ὁρᾷ σκότος κύκλῳ μου καὶ οἱ τοῖχοί με καλύπτουσιν καὶ οὐθείς με ὁρᾷ τί εὐλαβοῦμαι τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος (Eclesiástico 23, 18)

  • καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη (Eclesiástico 23, 19)


"Não nos preocupemos quando Deus põe à prova a nossa fidelidade." São Padre Pio de Pietrelcina