Znaleziono 9551 Wyniki dla: Τὸν
καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου (I Crônicas 13, 13)
καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον (I Crônicas 14, 1)
καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ (I Crônicas 14, 2)
καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς (I Crônicas 14, 8)
καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων (I Crônicas 14, 15)
καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη (I Crônicas 14, 17)
καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν (I Crônicas 15, 1)
τότε εἶπεν Δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ’ ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος (I Crônicas 15, 2)
καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ (I Crônicas 15, 3)
τῶν υἱῶν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν εἴκοσι (I Crônicas 15, 5)
τῶν υἱῶν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα (I Crônicas 15, 7)
τῶν υἱῶν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο (I Crônicas 15, 10)