Znaleziono 9551 Wyniki dla: Τὸν
καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός (Juízes 6, 27)
καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ὠλέθρευτο καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον (Juízes 6, 28)
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο (Juízes 6, 29)
καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ (Juízes 6, 30)
καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτοῦ (Juízes 6, 34)
καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας (Juízes 6, 36)
ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας (Juízes 6, 37)
καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος (Juízes 6, 38)
καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος (Juízes 6, 39)
καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος (Juízes 6, 40)
καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ (Juízes 7, 4)
καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν (Juízes 7, 5)