Znaleziono 7097 Wyniki dla: Τὴν
καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς (I Crônicas 8, 12)
καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον (I Crônicas 9, 19)
καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβεῖτο σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν (I Crônicas 10, 4)
καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαουλ καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν (I Crônicas 10, 5)
καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ (I Crônicas 10, 9)
καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγων (I Crônicas 10, 10)
καὶ ἠγέρθησαν ἐκ Γαλααδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας (I Crônicas 10, 12)
καὶ οὐκ ἐζήτησεν κύριον καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυιδ υἱῷ Ιεσσαι (I Crônicas 10, 14)
καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος ὁ θεός σού σοι σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ (I Crônicas 11, 2)
καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν (I Crônicas 11, 4)
εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ οὐκ εἰσελεύσῃ ὧδε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ (I Crônicas 11, 5)
καὶ εἶπεν Δαυιδ πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ’ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα (I Crônicas 11, 6)