Znaleziono 20428 Wyniki dla: Τὰ
καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· (Hebreus 12, 5)
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. (Hebreus 12, 6)
εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; (Hebreus 12, 7)
εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεθα τῶ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; (Hebreus 12, 9)
οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. (Hebreus 12, 10)
διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, (Hebreus 12, 12)
εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὖ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, (Hebreus 12, 14)
μή τις πόρνος ἢ βέβηλος ὡς ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ. (Hebreus 12, 16)
ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὖρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. (Hebreus 12, 17)
οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· (Hebreus 12, 20)
καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, μωϊσῆς εἶπεν, ἔκφοβός εἰμι καὶ ἔντρομος. (Hebreus 12, 21)
βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι· (Hebreus 12, 25)