Znaleziono 836 Wyniki dla: Συμβούλιο της Ιερουσαλήμ
καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πᾶσα ἡ στρατιὰ μετ’ αὐτοῦ καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων (II Crônicas 32, 9)
οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ τίνι ὑμεῖς πεποίθατε καὶ κάθησθε ἐν τῇ περιοχῇ ἐν Ιερουσαλημ (II Crônicas 32, 10)
οὐχ οὗτός ἐστιν Εζεκιας ὃς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ λέγων κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ’ αὐτῷ θυμιάσετε (II Crônicas 32, 12)
καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν (II Crônicas 32, 18)
καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς ἔργα χειρῶν ἀνθρώπων (II Crônicas 32, 19)
καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν (II Crônicas 32, 22)
καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ιερουσαλημ καὶ δόματα τῷ Εζεκια βασιλεῖ Ιουδα καὶ ὑπερήρθη κατ’ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα (II Crônicas 32, 23)
καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Εζεκιας ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ καὶ ἐγένετο ἐπ’ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ (II Crônicas 32, 25)
καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οὐκ ἐπῆλθεν ἐπ’ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Εζεκιου (II Crônicas 32, 26)
καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυιδ καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ (II Crônicas 32, 33)
ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ (II Crônicas 33, 1)
καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα (II Crônicas 33, 4)