Mosaico decorativo

Znaleziono 5443 Wyniki dla: Ρίο

  • καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτῇ (Joel 2, 11)

  • καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ (Joel 2, 12)

  • καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις (Joel 2, 13)

  • καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ (Joel 2, 18)

  • καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον καὶ ἐμπλησθήσεσθε αὐτῶν καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι (Joel 2, 19)

  • θάρσει γῆ χαῖρε καὶ εὐφραίνου ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι (Joel 2, 21)

  • καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα (Joel 2, 27)

  • καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος καθότι εἶπεν κύριος καὶ εὐαγγελιζόμενοι οὓς κύριος προσκέκληται (Joel 3, 5)

  • καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ιουδα καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον ὅτι κύριος ἐλάλησεν (Joel 4, 8)

  • ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτοῦ καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ (Joel 4, 16)

  • καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι’ αὐτῆς οὐκέτι (Joel 4, 17)

  • καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθῳώσω καὶ κύριος κατασκηνώσει ἐν Σιων (Joel 4, 21)


"A sua casa deve ser uma escada para o Céu". São Padre Pio de Pietrelcina