Znaleziono 3696 Wyniki dla: Πρὸς
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων (Números 15, 37)
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον (Números 15, 38)
καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτῷ προσηγάγετο πρὸς ἑαυτόν (Números 16, 5)
καὶ εἶπεν Μωυσῆς πρὸς Κορε εἰσακούσατέ μου υἱοὶ Λευι (Números 16, 8)
μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς Ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς (Números 16, 9)
οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ’ αὐτοῦ (Números 16, 11)
καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα καὶ εἶπεν πρὸς κύριον μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν (Números 16, 15)
καὶ εἶπεν Μωυσῆς πρὸς Κορε ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον (Números 16, 16)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων (Números 16, 20)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 16, 23)
καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ισραηλ (Números 16, 25)
καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν (Números 16, 26)