Znaleziono 4171 Wyniki dla: Παρ
καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ (Juízes 4, 15)
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός (Juízes 4, 16)
Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικεῖ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει (Juízes 5, 17)
ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον (Juízes 5, 19)
ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα (Juízes 5, 20)
διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ (Juízes 5, 28)
καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον (Juízes 6, 4)
ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν Ισραηλ καὶ διέφθειρον αὐτήν (Juízes 6, 5)
καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις (Juízes 6, 26)
καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ (Juízes 6, 33)
καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι (Juízes 7, 1)
καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με (Juízes 7, 2)