Znaleziono 30029 Wyniki dla: Οὐ
καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ (Josué 13, 22)
ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν (Josué 13, 23)
ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γαδ κατὰ δήμους αὐτῶν (Josué 13, 24)
καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ ὁ Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερεθ πέραν τοῦ Ιορδάνου ἀπ’ ἀνατολῶν (Josué 13, 27)
αὕτη ἡ κληρονομία υἱῶν Γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν (Josué 13, 28)
καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασση κατὰ δήμους αὐτῶν (Josué 13, 29)
καὶ τὸ ἥμισυ τῆς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχιρ υἱοῦ Μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχιρ υἱοῦ Μανασση κατὰ δήμους αὐτῶν (Josué 13, 31)
οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολῶν (Josué 13, 32)
καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ (Josué 14, 1)
κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς (Josué 14, 2)
ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς (Josué 14, 3)
ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν (Josué 14, 4)